Ancient Greek · ~7 min
Dfhg-Source dfhg4_DOSIADES
DOSIADES, Fragmenta 1
Not analysed yet
Περὶ δὲ τῶν Κρητικῶν συσσιτίων Δωσιάδας ἱστορῶν ἐν τῇ τετάρτῃ τῶν Κρητικῶν, γράφει οὕτως· «Οἱ δὲ Λύκτιοι συνάγουσι μὲν τὰ κοινὰ συσσίτια οὕτως. Ἕκαστος τῶν γινομένων καρπῶν ἀναφέρει τὴν δεκάτην εἰς τὴν ἑταιρίαν καὶ τὰς τῆς πόλεως προσόδους, ἃς διανέμουσιν οἱ προεστηκότες τῆς πόλεως εἰς τοὺς ἑκάστων οἴκους. Τῶν δὲ δούλων ἕκαστος Αἰγιναῖον φέρει στατῆρα κατὰ κεφαλήν. Διῄρηνται δ ̓ οἱ πολῖται πάντες καθ ̓ ἑταιρίας, καλοῦσι δὲ ταύτας ἀνδρεῖα. Τήν τ ̓ ἐπιμέλειαν ἔχει τοῦ συσσιτίου γυνὴ, τρεῖς ἢ τέτταρας τῶν δημοτικῶν προσειληφυῖα πρὸς τὰς ὑπηρεσίας. Ἑκάστῳ δ ̓ αὐτῶν ἀκολουθοῦσι δύο θεράποντες ξυλοφόροι· καλοῦσι δ ̓ αὐτοὺς καλοφόρους. Εἰσὶ δὲ πανταχοῦ κατὰ τὴν Κρήτην οἶκοι δύο ταῖς συσσιτίαις, ὧν τὸν μὲν καλοῦσιν ἀνδρεῖον, τὸν δ ̓ ἄλλον, ἐν ᾧ τοὺς ξένους κοιμίζουσι, κοιμητήριον προσαγορεύουσι. Κατὰ δὲ τὸν συσσιτικὸν οἶκον πρῶτον μὲν κεῖνται δύο τράπεζαι, ξενικαὶ καλούμεναι, αἷς προκαθίζουσι τῶν ξένων οἱ παρόντες· ἑξῆς δ ̓ εἰσὶν αἱ τῶν ἄλλων. Παρατίθεται δὲ τῶν παρόντων ἴσον μέρος ἑκάστῳ· τοῖς δὲ νεωτέροις ἥμισυ δίδοται κρέως, τῶν δ ̓ ἄλλων οὐδενὸς ἅπτονται. Εἶτα ποτήριον ἐν ἑκάστῃ τραπέζῃ παρατίθεται κεκραμένον ὑδαροῦς· τοῦτο κοινῇ πάντες πίνουσιν οἱ κατὰ τὴν κοινὴν τράπεζαν· καὶ δειπνήσασιν ἄλλο παρατίθεται. Τοῖς δὲ παισὶ κοινὸς κέκραται κρατήρ. Τοῖ δὲ πρεσβυτέροις, ἐὰν βούλωνται πλεῖον πιεῖν, ἐξουσία δέδοται. Ἀπὸ δὲ τῆς τραπέζης τὰ βέλτιστα τῶν παρακειμένων ἡ προεστηκυῖα τῆς συσσιτίας γυνὴ φανερῶς ἀφαιροῦσα, παρατίθησι τοῖς κατὰ τὸν πόλεμον ἢ κατὰ σύνεσιν δεδοξασμένοις. Ἀπὸ δὲ τοῦ δείπνου πρῶτον μὲν εἰώθασι βουλεύεσθαι περὶ τῶν κοινῶν, εἶτα μετὰ ταῦτα μέμνηνται τῶν κατὰ πόλεμον πράξεων καὶ τοὺς γενομένους ἄνδρας ἀγαθοὺς ἐπαινοῦσι, προτρεπόμενοι τοὺς νεωτέρους εἰς ἀνδραγαθίαν.»