Ancient Greek · ~4 min
2 to 6
DOSIADES, Fragmenta 2-6
Not analysed yet
Σωσικράτης δ ̓ ἐν δευτέρῳ Κρητικῶν· «Τὴν μὲν κοινὴν (φησὶ) δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ περιοίκους ὑπηκόους.» Τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν τετάρτῳ Κρητικῶν. Μνασέας δέ φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι (Γανυμήδην) καὶ ἐν κυνηγεσίῳ ἀναιρεθῆναι (πεσόντα ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός)· Δωσιάδης δὲ ὑπὸ Μίνω· καὶ ὁ λιμὴν, ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· ἀξιοῦντος δὲ μιγῆναι αὐτῷ κατακρημνίσαι αὑτόν· τὸν δὲ θάψαι καὶ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτόν. Δοτιάδης (sic) δὲ ἐν Κρήτῃ φησὶν εὑρεθῆναι αὐτά (sc. τὰ γράμματα). καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν θυσίαν Δωσίδας (sic) λέγει. Ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν. Τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδῃ τῷ θεολόγῳ προσσχόντες, ἃ δὲ Δωσιάδῃ καὶ Σωσικράτει καὶ Λαοσθενίδᾳ.