Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_DOSITHEUS
DOSITHEUS, Fragmenta 1
Not analysed yet
Κομμίνιος Σοῦπερ Λαυρεντῖνος, ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον, ἐπήγαγε μητρυιὰν Γιδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα, βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς. Ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐγκλήματα, καὶ τῷ ζήλῳ πιστεύσας, ἐπεκαλέσατο τὸν Ποσειδῶνα. Ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.