Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DOSITHEUS
DOSITHEUS, Fragmenta 2
Not analysed yet
Ἤβιος Τολίειξ γήμας Νουκερίαν, ἔσχε δύο παῖδας ἐκ ταύτης. Ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε. Ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη, τοὺς παῖδας ἀνέπειθεν [αὐτὸν ἀναιρεῖν]. Τῶν δ ̓ εὐσεβῶς ἀνανευσάντων, αὐτὴν τὸν φόνον ἐνήργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος. Τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. Ὁ δὲ τοῦτον θάψας, τὴν γυναῖκα ἐφυγάδευσεν· ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.