Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_DOSITHEUS
DOSITHEUS, Fragmenta 5
Not analysed yet
Εὔηνος Ἄρεος καὶ Στερόπης, τὴν Οἰνομάου γήμας Ἀλκίππην, ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει. [Ἰδὼν δὲ αὐτὴν χορεύουσαν̣] Ἴδας ὁ Ἀφάρητος καὶ ἁρπάσας ἐκ χοροῦ ἔφυγεν. Ὁ δὲ πατὴρ διώξας, καὶ μὴ συλλαβὼν, εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν, καὶ ἀθάνατος ἐγένετο· ὡς Δοσίθεος ἐν πρώτῳ Ἰταλικῶν.