Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DOSITHEUS
DOSITHEUS, Fragmenta 4
Not analysed yet
Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο, Κυάνην. Ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. Λοιμωξάντων δὲ, καὶ τοῦ Πυθίου εἰπόντος μὲν, δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δ ̓ ἄλλων ἀγνοούντων τὸν χρησμὸν, γνοῦσα ἡ Κυάνη, καὶ ἐπιλαβομένη τῶν τριχῶν, εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα, ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος ἐκ τῷ τρίτῳ Σικελικῶν.