Ancient Greek
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 17
Not analysed yet
Δελφῖνα δ ̓ ἐν Ἰασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ. Ὁ δὲ λόγος ἐστὶν αὐτῷ ὁ περὶ Ἀλεξάνδρου, καὶ λέγει οὕτως· «Μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα. Περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγενόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. Δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα, καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα, ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος, καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν.»