Ancient Greek
18 to 21
DURIS SAMIUS, Fragmenta 18-21
Not analysed yet
Ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν . . . Ἀριστόβουλος δὲ . . . καὶ Δοῦρις ὁ Σάμιος πλάσμα φησὶ γεγονέναι τοῦτο. Δεθῆναι τὸν Προμηθέα φησὶν Ἡσίοδος, καὶ τὸν ἀετὸν ἐπιπεμφθῆναι αὐτῷ διὰ τὴν τοῦ πυρὸς κλοπήν. Δοῦρις δέ φησι, διὰ τὸ τῆς Ἀθηνᾶς ἐρασθῆναι· ὅθεν τοὺς περὶ τὸ Καυκάσιον οἰκοῦντας μόνῳ Διὶ καὶ Ἀθηνᾷ μὴ θύειν, διὰ τὸ κολάσεως αἰτίους Προμηθεῖ γενέσθαι· καθ ̓ ὑπερβολὴν δὲ σέβειν Ἡρακλέα, τῆς τοῦ ἀετοῦ τοξείας χάριν. Καθέζονται δ ̓ ἐν τοῖς συνδείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. Τοῦτο δὲ καὶ παρ ̓ Ἀλεξάνδρῳ τῷ βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦρις. Ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουργοῖς περιστρώσας ἱματίοις. ᾯ τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι. Τίμαιος ἐν λη' Ἱστοριῶν, ὡς οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρους εἶπον, ὅτι μόνῳ αὐτῷ πάντων Ἀθηναίων οὐκ ἔξεστι τὸ ἱερὸν πῦρ φυσῆσαι, ὡς μὴ καθαρεύοντι τοῖς ἄνω μέρεσιν. Δοῦρις δὲ ἐν τῇ ι' Πυθέαν κατὰ Δημοσθένους τὸ ὅμοιον εἰπεῖν.