Ancient Greek
28 to 29
DURIS SAMIUS, Fragmenta 28-29
Not analysed yet
. . . Μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ιζ' τῶν Μακεδονικῶν, ὅτι ἐν Ἰωλκῷ ἐνυμφεύθη (Alcestis). Ἰωλκοῦ γὰρ Πελίας ἐβασίλευσεν. Δοῦρις δ ̓ ἐξ Ὑπερβορέων (sc. Ζήτην καὶ Καλαὶν συμπλεῦσαι τοῖς Ἀργοναύταις φησίν). Δοῦρις δ ̓ ὁ Σάμιος ἐν τῇ τῶν Ἱστοριῶν ἑπτακαιδεκάτῃ Πολυσπέρχοντά φησιν, εἰ μεθυσθείη, καίτοι πρεσβύτερον ὄντα, ὀρχεῖσθαι, οὐδενὸς Μακεδόνων ὄντα δεύτερον οὔτε κατὰ τὴν στρατηγίαν, οὔτε κατὰ τὴν ἀξίωσιν, καὶ ἐνδυόμενον αὐτὸν κροκωτὸν, καὶ ὑποδούμενον Σικυώνια, διατελεῖν ὀρχούμενον.