Ancient Greek · ~6 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 30
Not analysed yet
Ὁ μὲν οὖν Δημοχάρης (fr. 3) τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων (in Demetrium Poliorc.) κολακείας· Δοῦρις δ ̓ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον· Ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν. Ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημέτριον ἅμα παρῆγ ̓ ὁ καιρός. Χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ ̓ ἵνα ποιήσῃ, ὁ δ ̓ ἱλαρὸς, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. Σεμνὸν, ὅθι φαίνεθ ̓, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δ ̓ αὐτὸς, ὅμοιος ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ ̓ ἐκεῖνος. Ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. Ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα, ἢ οὐκ εἰσὶν, ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν· σὲ δὲ παρόνθ ̓ ὁρῶμεν, οὐ ξύλινον, οὐδὲ λίθινον, ἀλλ ̓ ἀληθινόν. Εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. Τὴν δ ̓ οὐχὶ Θηβῶν, ἀλλ ̓ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιὰ, τὰ σώμαθ ̓ ἡμῶν πάντ ̓ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι, (Αἰτωλικὸν γὰρ, ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω·) μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μὴ, Οἰδίπουν τιν ̓ εὑρὲ, τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ, ἢ σπίνον ποιήσει. Ταῦτ ̓ ᾖδον οἱ Μαραθωνομάχαι οὐ δημοσίᾳ μόνον, ἀλλὰ καὶ κατ ̓ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες.