Ancient Greek
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 3
Not analysed yet
Δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς] Ὀρφανὴν καὶ ἔρημον οὖσαν (Ἑλένην) τῆς γονῆς τῶν δύο περιστερῶν, ἤτοι Ἰφιγενείας, ἣν ἔσχεν ἐκ Θησέως, ὥς φησι Δοῦρις ὁ Σάμιος, καὶ Ἑρμιόνης, ἣν ἐκ Μενελάου γεννᾷ. Ἑπταετῆ γὰρ ταύτην Θησεὺς πρῶτον ἁρπάσας μετὰ τὸ τεκεῖν ἐξ αὐτῆς Ἰφιγένειαν ἀφῃρέθη αὐτήν· δεύτερον δὲ ὁ Ἀλέξανδρος ἐντυχὼν αὐτῇ παρὰ τὸν αἰγιαλὸν θυούσῃ νεωστὶ ταῖς Βάκχαις καὶ τῇ Ἰνοῖ, ἁρπάσας αὐτὴν εἰς Αἴγυπτον ᾤχετο καὶ αὐτῇ συνεγένετο.