Ancient Greek
3 to 4
DURIS SAMIUS, Fragmenta 3-2-4
Not analysed yet
Πέντε ταύτην ἔγημαν ἄνδρες· πρῶτος Θησεὺς ἑπταετῆ ταύτην ἁρπάσας, καθά φησι Δοῦρις ὁ Σάμιος, ἀφαιρεθεὶς δὲ αὐτὴν ἐν τῷ ἡττηθῆναι ὑπὸ Πολυδεύκους καὶ Κάστορος τῶν αὐτῆς ἀδελφῶν ἐν Ἀφίδναις πολιχνίῳ τῶν Ἀθηνῶν γεννήσασαν Ἰφιγένειαν, ἣν Ἰφιγένειαν καὶ θετὴν παῖδα ἡ Κλυταιμνήστρα ποιεῖται. Τινὲς δὲ τὴν Ἰφιγένειαν ταύτην, ὡς καὶ ὁ Δοῦρις, οὐκ Ἀγαμέμνονος θυγατέρα λέγουσιν, ἀλλὰ Θησέως ἐξ Ἑλένης γεννηθεῖσαν, ὑπὸ δὲ Κλυταιμνήστρας θυγατροτεθεῖσαν. Ἔστι δὲ (Νεοπτόλεμος), ὥς τινες, ἐξ Ἰφιγενείας· φησὶ γὰρ Δοῦρις, ὅτι κλαπεῖσα εἰς Σκῦρον ἐξετέθη ὑπ ̓ αὐτοῦ (Ἀχιλλέως). Δοῦρις ἱστορεῖ, ὅτι καὶ Φίλιππος, ὁ τοῦ Ἀλεξάνδρου πατὴρ, ποτήριον χρυσοῦν, ὁλκὴν ἄγον πεντήκοντα δραχμὰς, κεκτημένος, τοῦτο ἐλάμβανε κοιμώμενος ἀεὶ καὶ πρὸς κεφαλὴν αὑτοῦ κατετίθετο. Σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν πατὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δ ̓ ἄργυρος ὀλίγος ἦν ὁ ἐν τοῖς μετάλλοις. Διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πα τέρα φησὶ Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ ̓ ἔχειν κείμενον ὑπὸ τοῦ προσκεφαλαίου.