Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 32
Not analysed yet
Καὶ Δοῦρις δέ φησιν ἐν τῇ εἰκοστῇ τρίτῃ τῶν Ἱστοριῶν, ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. Διὸ ποιεῖν τὸν Ὅμηρον τῷ Ἀγαμέμνονι λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα (Il, A, 225), Οἰνοβαρὲς, κυνὸς ὄμματ ̓ ἔχων. Καὶ τὸν θάνατον δὲ ἀποσημαίνων τοῦ βασιλέως, φησὶν (Od. Λ, 418), Ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα· δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ ̓ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον.