Ancient Greek · ~3 min
34 to 37
DURIS SAMIUS, Fragmenta 34-37
Not analysed yet
«Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταὶ (φησὶ Δοῦρις ἐν δευτέρῳ τῶν Περὶ Ἀγαθοκλέα), ἐπειδὴ Σειρίτης, ὃς δοκεῖ πρῶτον εὑρεῖν τὴν αὐλητικὴν, Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ κατηύλησε τὰ μητρῷα πρῶτος.» Δοῦρις δ ̓ ἐν β' Λιβυκῶν ἱστορεῖ, γυναῖκα καλὴν γενέσθαι τὴν Λάμιαν, μιχθέντος δὲ αὐτῇ Διὸς, ὑφ ̓ Ἥρας ζηλοτοπουμένην ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι, καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν. Τινὲς δέ φασιν ἐν Λιβύῃ εἶναι τὰς πηγὰς τοῦ Νείλου, ὡς Δοῦρις· ἀλλ ̓ οὐκ ἔστι τοῦτο ἀληθές. Ἐμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης, πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβὼν παρὰ Μεταποντίνων γυναῖκας, παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῆ τρίτῃ τῶν Περὶ Ἀγαθοκλέα ἱστοριῶν.