Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 47
Not analysed yet
Περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσι καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. Τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε, Βαδίζειν Ἡραῖον ἐμπεπλεγμένον. Ἔστι δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα· Οἱ δ ̓ αὐτως φοίτεσκον, ὅπως πλοκάμους κτενίσαιντο, εἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς· χιονίοισι χιτῶσι πέδον χθονὸς εἶχον· χαῖτας δ ̓ ᾐωρεῦντ ̓ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς· χρύσειαι δὲ κόρυμβαι ἐπ ̓ αὐτῶν τέττιγες ὥς· δαιδάλεοι δὲ χλιδῶνες ἄρ ̓ ἀμφὶ ἀμφὶ βραχίοσιν ******ήσαντες ὑπασπίδιον πολεμιστήν.