Ancient Greek · ~7 min
39 to 46
DURIS SAMIUS, Fragmenta 39-46
Not analysed yet
Δοῦρίς φησι τοὺς ὑπὸ τῶν γιγάντων κατενεχθέντας λίθους, τοὺς μὲν εἰς τὴν θάλασσαν πεσόντας γενέσθαι νήσους, τοὺς δὲ εἰς τὴν γῆν ὄρη. Ἐπὶ τοῦ πολέμου τῶν Τυρρηνῶν καὶ Γαλατῶν καὶ Σαμνιτῶν καὶ τῶν ἑτέρων συμμαχων, ἀνηρέθησαν ὑπὸ Ῥωμαίων, Φαβίου ὑπατεύοντος, δέκα μυριάδες, ὥς φησι Δοῦρις. Γράφει δὲ τοιοῦτόν τι (quale Codrus facinus ediderat) Δοῦρις, Διόδωρος καὶ Δίων, ὅτι Σαυνιτῶν, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πολεμούντων Ῥωμαίοις ὁ Δέκιος ὕπατος Ῥωμαίων, συστρατηγὸς ὢν Τορκουάτου, οὕτως ἔδωκεν ἑαυτὸν εἰς σφαγὴν, καὶ ἀνῃρέθησαν τῶν ἐναντίων ἑκατὸν χιλιάδες αὐθημερόν. Δοῦρις δ ̓ ἐν τῇ δ' τῶν Περὶ Ἀγαθοκλέα, καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι, κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι. Δοῦρις ὀ Σάμιος ἐν τῷ Περὶ Ἀγαθοκλέους φησὶ τὴν Πηνελόπην συγγενέσθαι πᾶσι τοῖς μνηστῆρσι καὶ γεννῆσαι τραγοσκελῆ Πᾶνα. Φλυαρεῖ δὲ περὶ τοῦ Πανός· ὁ Πᾶν γὰρ Ἑρμοῦ καὶ Πηνελόπης ἄλλης γέγονε, καὶ ἕτερος Πᾶν Διὸς καὶ Ὕβρεως. Δοῦρίς (Οὔρις libri) φησιν, διὰ τὴν τῶν θρεμμάτων πολυπλήθειαν καὶ τοῦ γάλακτος ἱδρύσασθαι (sc. Πολύφημον) ἱερὸν ἐν Αἴτνῃ τῇ Γαλατείᾳ. Φιλόξενον δὲ τὸν Κυθήριον ἐπιδημήσαντα, καὶ μὴ δυνάμενον ἐπινοῆσαι τὴν αἰτίαν, ἀναπλάσαι, ὅτι Πολύφημος ἤρα Γαλατείας. Ἐθαυμάζετο δὲ καὶ Ξενοφῶν ὁ θαυματοποιὸς, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον· ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι, καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφ ̓ ὧν ἐξίστα τῶν ἀνθρώπων τὴν διάνοιαν. Τοιοδτος ἦν καὶ Νυμφόδωρος ὁ θαυματοποιὸς, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις, εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος. Ὁ τοὺς μίμους πεποιηκὼς (Σώφρων), Οὓς ἀεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα. Ἀκράγαντες, πόλεις πέντε Σικελίας, ἀπὸ ποταμοῦ παραρρέοντος· φησὶ γὰρ Δοῦρις, ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Κάμικον, Ἁλυκόν τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡς καὶ ἐν Ἰταλίᾳ.