Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 50
Not analysed yet
Δοῦρις ἐν τῷ β' τῶν Ὥρων γράφει οὕτως, ὡς ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατείαν κατ ̓ αὐτῶν ἀποστέλλουσιν, οἱ δὲ ἅμα Σπαρτιάταις (Ἀργείοις Herodot.) ἅπαντας ἀπέκτειναν. Εἷς δὲ ὑπέστρεψεν ἄγγελος, ὃς περιστᾶσαι τῶν τεθνεώτων αἱ γυναῖκες καὶ τὰς περόνας τῶν ὤμων ἀφελόμεναι ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. Οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι τὸ πραχθὲν, περιεῖλον τῶν γυναικὼν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, καὶ οὐ πρὸς φυλακὴν τῆς ἀμπεχόνης. Αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ταῖς Δωρίαις στόλαις. Διὸ γυμνὰς καὶ τὰς ἀχίτωνας Δωριάζειν ἔφασαν.