Ancient Greek · ~3 min
51 to 55
DURIS SAMIUS, Fragmenta 51-55
Not analysed yet
Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὥρων ἐπιγεγράφθαι αὐτῷ (Φερεκύδει) τὸ ἐπίγραμμα τόδε· Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἣ δέ τι πάσχω, Πυθαγόρῃ τῷ ̓ μῷ λέγε ταῦθ ̓, ὅτι πρῶτος ἁπάντων ἐστὶν ἀν ̓ Ἑλλάδα γῆν. Οὐ ψεύδομαι ὧδ ̓ ἀγορεύων. Ἦν τοίνυν ὁ Θαλῆς, ὡς μὲν Ἡρόδοτος, καὶ Δοῦρις καὶ Δημόκριτός φασιν, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνορος, καθὰ καὶ Πλάτων φησί . . . Ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νειλέῳ ἐκπεσόντι Φοινίκης. Πιττακὸς, Ὑρραδίου, Μυτιληναῖος. Φησὶ δὲ Δοῦρις τὸν πατέρα αὐτοῦ Θρᾷκα εἶναι. Βίας, Τευτάμου, Πριηνεύς . . . τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ πάροικόν φησι γεγονέναι. Κλεόβουλος, Εὐαγόρου, Λίνδιος· ὡς δὲ Δοῦρις, Κάρ.