Ancient Greek
57 to 59
DURIS SAMIUS, Fragmenta 57-59
Not analysed yet
Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς . . . Δοῦρις δὲ Διοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον· ὁμοίως καὶ Ἡρόδοτον Θούριον (sc. ἀνέγραψε vel ἀνέγραψαν). Ἀσπασία . . . Περικλέους φασὶν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. Δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούριδος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δ' τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων. Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι δὲ (se. τοὺς ληφθέντας ἐν πολέμῳ Ἀθηναίους) σαμαίνῃ· ὅ ἐστι πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν δευτέρῳ Νόστων. Τὸ δὲ πλάσμα Δούριδος.