Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 56
Not analysed yet
Δοῦρις δ ̓ ὁ Σάμιος ἐν δευτέρῳ τῶν Ὥρων παῖδά τ ̓ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον, καὶ διδάσκαλόν φησι γενέσθαι Δημοκρίτου. Τον δ ̓ Ἀρίμνηστον κατελθόντ ̓ ἀπὸ τῆς φυγῆς, χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι, τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμάνον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μ ̓ ἀνέθηκε, πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας. Τοῦτο δ ̓ ἀνελόντα Σῖμον τὸν Ἁρμονικὸν καὶ τὸν κανόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον· εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας, διὰ δὲ τὴν μίαν, ἣν Σϊμος ὑφείλετο, συναφανισθῆναι καὶ τὰς ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας.