Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 6
Not analysed yet
Τύχη δέ τις ἔοικε δαιμόνιος ἐν περιφορᾷ πραγμάτων εἰς ἐκεῖνο καιροῦ συμπεραίνουσα τὴν ἐλευθερίαν τῆς Ἑλλάδος ἐναντιοῦσθαι τοῖς πραττομένοις καὶ πολλὰ σημεῖα τοῦ μέλλοντος ἀναφαίνειν, ἐν οἷς ἥ τε Πυθία δεινὰ προὔφαινε μαντεύματα καὶ χρησμὸς ᾔδετο παλαιὸς ἐκ τῶν Σιβυλλείων· Τῆς ἐπὶ θερμώδοντι μάχης ἀπάνευθε γενοίμην αἰετὸς ἐν νεφέεσσι καὶ ἠέρι θηήσασθαι. Κλαίει ὁ νικηθεὶς, ὁ δὲ νικήσας ἀπόλωλεν. Τὸν δὲ Θερμώδοντά φασιν εἶναι παρ ̓ ἡμῖν ἐν Χαιρωνείᾳ ποτάμιον μικρὸν εἰς τὸν Κηφισὸν ἐμβάλλον (v. Pausan. 9, 19, 3). Ἡμεῖς δὲ νῦν μὲν οὐδὲν ἔσμεν οὕτω τῶν ῥευμάτων ὀνομαζόμενον, εἰκάζομεν δὲ τὸν καλούμενον Αἵμωνα Θερμώδοντα λέγεσθαι τότε· καὶ παραρρεῖ παρὰ τὸ Ἡράκλειον, ὅπου κατεστρατοπέδευον οἱ Ἕλληνες· καὶ τεκμαιρόμεθα, τῆς μάχης γενομένης, αἵματος ἐμπλησθέντα καὶ νεκρῶν τὸν ποταμὸν, ταυτῃὶ διαλλάξαι τὴν προσηγορίαν (cf. Theseo c. 27). Ὁ δὲ Δοῦρις οὐ ποταμὸν εἶναί φησι τὸν Θερμώδοντα, ἀλλ ̓ ἱστάντας τινὰς σκηνὴν καὶ περιορύττοντας ἀνδριαντίσκον εὑρεῖν λίθινον ὑπὸ γραμμάτων τινῶν διασημαινόμενον, ὡς εἴη Θερμώδων, ἐν ταῖς ἀγκάλαις Ἀμαζόνα φέροντα τετρωμένην· ἐπὶ δὲ τούτῳ χρησμὸν ἄλλον ᾄδεσθαι λέγοντα· Τὴν ἐπὶ Θερμώδοντι μάχην μένε, παμμέλαν ὄρνι. Τηνεί τοι κρέα πολλὰ παρέσσεται ἀνθρώπεια.