Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 5
Not analysed yet
Ἐν δὲ τῷ ἐπιγραφομένῳ τοῦ Θεοπόμπου συγγράμματι Περὶ τῶν ἐκ Δελφῶν συληθέντων χρημάτων «Χάρητι (φησὶ) τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα· ἀφ ̓ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους· ὧν ἡγεῖτο μὲν Ἀδαῖος, Ἀλεκτρυὼν ἐπικαλούμενος, περὶ οὗ καὶ ὁ Ἡρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως· Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ὰωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον· ἕνα κατακόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίων τόθ ̓· ὡς γενναῖος ἦν. Τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις.