Ancient Greek
65 to 74
DURIS SAMIUS, Fragmenta 65-2-74
Not analysed yet
Οὐκ ἔχει δ ̓ (sc. carmen ab Aristotele in Hermeam Atarnensem compositum) οὐδὲ τὸ παιανικὸν ἐπίρρημα, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρτιάτην γραφεὶς ὄντως παιὰν, ὅν φησι Δοῦρις ἐν τοῖς Σαμίων ἐπιγραφομένοις Ὥροις ᾄδεσθαι ἐν Σάμῳ. Ἰήιος δὲ ὁ Ἀπόλλων λέγεται, ὡς μὲν Δοῦρις, ὅτι ἐν ἀγκάλαις βαστάσασα τὸν ἥλιον (scr. Ἀπόλλωνα) ἡ Λητὼ ἐνεκελεύσατο εἰποῦσα· Ἱήιε παιῆον. Εἴπερ τις ἄλλος καὶ ποιητῶν ἄριστος κριτὴν ὁ Πλάτων . . . Ἡρακλείδης γοῦν ὁ Ποντικός φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκιμούντων, Πλάτων τὰ Ἀντιμάχου προὐτίμησε, καὶ αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός. Μάτην οὖν φληναφοῦσι Καλλίμαχος καὶ Δοῦρις, ὡς Πλάτωνος οὐκ ὄντος ἱκανοῦ κρίνειν ποιητάς. Ἀττικὸς πάροικος. Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κράτερος δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν. Δοῦρις δ ̓ ἐν τῷ Περὶ τραγῳδίας ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος (Μάγδου Epitom.) Θρᾳκὸς γένος. Δοῦρις δ ̓ ἐν τῷ Περὶ Εὐριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου, τοῦ μεγίστην ἐσχηκότος δόξαν. Δοῦρις ὁ Σάμιος ἐν τῷ Περὶ νόμων φησὶν, ὅτι Διόνυσος ἐπιστρατεύσας Ἰνδοῖς καὶ μὴ δυνάμενος αὐτοὺς χειρώσασθαι κρατῆρα (θώρηκας correx. Gent.) οἴνου πληρώσας πρὸ τῆς χώρας αὐτῶν ἔθηκεν· οἱ δὲ ἐμφορηθέντες τοῦ πόματος, ἀσυνήθεις ὄντες, οὕτως ἐχειρώθησαν μεθυσθέντες. Ὅθεν οἱ ποιηταὶ τὸ μεθύειν θωρήσσεσθαι λέγουσιν. Δοῦρις δέ φησιν, ὅτι αὐτὴ (Μακάρια) τὴν πυρὰν τοῦ πατρὸς κατέσβεσεν· καὶ ἐξ ἐκείνου παρὰ Μακεδόσι νενόμισται τὰς θυγατέρας τῶν κηδευομένων, οἷς ἂν ὦσι παῖδες, τὸ αὐτὸ πράττειν ἐπὶ τοῖς πατράσιν. Τύμβον καλεῖ τὸν τάφον. Καὶ Δοῦρίς φησι ἐν τῷ Περὶ ἀγώνων, τοὺς βωμοὺς τάφους καλεῖσθαι. Σελίνου στέφανος πένθιμος· τὸ γὰρ σέλιον πένθεσι προσήκει, ὡς ἔφη καὶ Δοῦρις ἐν τῷ Περὶ ἀγώνων.