Ancient Greek
75 to 80
DURIS SAMIUS, Fragmenta 75-80
Not analysed yet
Ἀγὼν, ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ. Πρὸς δύο οὐδ ̓ ὁ Ἡρακλῆς. Ταύτης τὴν αἰτίαν ὁ Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα φησὶ βωμὸν δειμάμενον ἐπὶ τῷ Ἀλφειῷ πυγμῆς ἀγῶνα καταθεῖναι, καὶ νικήσαντα, τὴν ἑξῆς Ὀλυμπιάδα πάλιν ἀγωνιζόμενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι, καὶ ἐξ ἐκείνου τὸ Πρὸς δύο οὐδ ̓ Ἡρακλῆς παροιμιασθῆναι. Γεγόνασι δὲ καὶ ἄλλοι Θαλαῖ, . . . Τέταρτος, οὗ μέμνηται Δοῦρις ἐν τῷ Περὶ ζωγράφων. Δοῦρις δὲ καὶ δουλεῦσαι (τορεῦσαι conj. Gent.) αὐτὸν (Σωκράτη) καὶ ἐργάσασθαι λίθους (φησίν) εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασι, ἐνδεδυμένας οὔσας. Δέχεται καὶ βῶλον Ἀλήτης. Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κατελθεῖν· ἐν δὲ τῇ χώρᾳ περιιδών (l. περιιών) τινα βουκόλον ᾔτει τροφήν. Ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου. Ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης.