Ancient Greek
Dfhg-Source dfhg2_DURIS_SAMIUS
DURIS SAMIUS, Fragmenta 81
Not analysed yet
Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς . . . Δοῦρις δέ φησιν ἀστρολόγον προαγορεύοντα τὰς τῆς σελήνης ἐκλείψεις οὐκ εὖ ἀπαλλάξαι. Antecedunt haec: Ἀσκληπιάδης φησὶ τὰς Θετταλὰς ἐκμαθούσας τὰς τῆς σελήνης κινήσεις (ἐκλείψεις Gent.) προαγγέλλειν, ὡς ὑπ ̓ αὐτῶν μέλλοι κατάγεσθαι, τοῦτο δὲ πράττειν οὐ χωρὶς τῆς αὐτῶν κακώσεως· ἢ γὰρ καταθύειν τῶν τέκνων ἢ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπολλύειν. Λέγεται οὖν ἐπὶ τῶν κακὰ ποριζομένων.