Ancient Greek
105.6
Empedocles, empedocles_diels_ppf 105.6
Unproofread scanNot analysed yet
41. PHILIP. de gen. et corr. 19, 3 Vitelli πρὸς μὲν γὰρ τὰ φαινόμενα ἐναντία λέγει ἀναιρῶν τὴν ἀλλοίωσιν ἐναργῇ οὖσαν, πρὸς ἑαυτὸν δὲ διότι λέγει μὲν ἁμετάβλητα τὰ στοιχεῖα, καὶ αὐτὰ μὲν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ δὲ ἄλλα ἐκ τούτων. πάλιν δὲ φησι τῆς Φιλίας κρατοῦσης τὰ πάντα ἐν γίνεσθαι καὶ τὸν Σφαῖρον ἀποτελεῖν ἀποιοιν ὑπάρχοντα, ὡς μηκέτι μήτε τὴν τοῦ πυρὸς μήτε τῶν ἄλλων τινὸς σώζεσθαι ἐν αὐτῷ ἰδιότητα, ἀποβάλλοντος ἑκάστου τῶν στοιχείων τὸ οἰκεῖον εἶδος.