Ancient Greek
105.7 to 106.3
Empedocles, empedocles_diels_ppf 105.7-106.3
Unproofread scanNot analysed yet
42. ARIST. de caelo Γ 2. 301ᵃ14 ἐκ διεστώτων δὲ καὶ κινουμένων οὐκ εὔλογον ποιεῖν τὴν γένεσιν. διὸ καὶ Ἐ. παραλείπει τὴν ἐπὶ τῆς Φιλότητος· οὐ γὰρ ἂν ἴδυνατο συστῆσαι τὸν οὐρανὸν ἐκ κεχωρισμένων μὲν κατασκευαζῶν, σύγκρισιν δὲ ποιῶν διὰ τὴν Φιλότητα· ἐκ διακεκριμένων γὰρ συνέστησεν ὁ κόσμος τῶν στοιχείων. ὥστ᾽ ἀνάγκαιον γίνεσθαι ἐξ ἑνὸς καὶ συγκεκριμένου. 43. AET. I 13, 1 [D. 312] Ἐμπεδοκλῆς ἔφη πρὸ τῶν τεττάρων στοιχείων θραύσματα ἐλάχιστα οἰοῦσι στοιχεῖα πρὸ τῶν στοιχείων ὁμοιομερῆ. 17, 3 [D. 315] Ἐ. καὶ Ξενοκράτης ἐκ μικροτέρων ὀγκῶν τὰ στοιχεῖα συγχρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἰοῦσι στοιχεῖα στοιχείων. Galen. in Hipp. de nat. h. XV 49 K. καὶ εἰνὸς γὰρ [Emp.] ἐκ μὲν τῶν αὐτῶν στοιχείων, ὧν καὶ Ἱπποκράτης, γεγοινέναι φησὶν ἡμᾶς γε καὶ τὰ ἄλλα σώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων γε δι' ἀλλήλων, ἀλλὰ κατὰ μικρὰ μόρια παρακειμένων τε καὶ γαυόντων [cf. IV 762 κατὰ σμικρὰ μόρια καταθραυσμένων]. 44. ΑΕΤ. I 24, 2 [D. 320] 'Ε. Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος καὶ πάντες ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι συγχρίσεις μὲν καὶ διαχρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποῖον ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ παῖτας γίνεσθαι. 45. IDEM I 26, 1 [D. 321] 'Ε. οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. PLUT. de an. proc. 27, 2 p. 1026 B ἀνάγκην, ἣν εἰμαρμένην οἱ πολλοὶ καλοῦσιν, 'Ε. δὲ Φιλίαν ὁμοῦ καὶ Νεῖκος.