Ancient Greek
109.2
Empedocles, empedocles_diels_ppf 109.2
Unproofread scanNot analysed yet
67. ARIST. de caelo B 13. 295a 13 διὸ δὲ καὶ τὴν γῆν πάντες ὅσοι τὸν οὐρανὸν γεννώσιν ἐπὶ τὸ μέσον συνελθεῖν φασιν. ὅτι δὲ μένει, ζητοῦσι τὴν αἰτίαν καὶ λέγουσιν οἱ μὲν τοῦτον τὸν τρόπον, ὅτι τὸ πλάτος καὶ τὸ μέγεθος αὐτῆς αἴτιον, οἱ δ’ ὥσπερ Ἔ. τὴν τοῦ οὐρανοῦ φορὰν κύκλῳ περιθέουσαν καὶ θάττον φερομένην τὴν τῆς γῆς φορὰν κωλύειν καθάπερ τὸ ἐν τοῖς κναθοῖς ὕδωρ· καὶ γὰρ τοῦτο κύκλῳ τοῦ κναθοῦ φερομένου πολλάκις κάτω τοῦ χαλκοῦ γινομένου ὅμως οὐ φέρεται κάτω πεφυχὸς φέρεσθαι διὰ τὴν αὐτὴν αἰτίαν.