Ancient Greek
109.3
Empedocles, empedocles_diels_ppf 109.3
Unproofread scanNot analysed yet
69. [ARIST.] probl. 24, 11. 937a 11 διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν ψυχρῶν πῆγνυνται λίθοι; πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλείψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ ἐκλείπει τὸ ὑγρόν· καὶ ἀπολιθούται δὴ διὰ τὸ θερμόν, καθάπερ καὶ Ἔ. φησι τὰς τε πέτρας καὶ τοὺς λίθους καὶ τὰ θερμὰ τῶν ὑδάτων· γίνεσθαι [hinc fortasse fabulosa nota Alberti M. de mineral. I 1, 4 (Π 213 Jammy) adsicito simul fr. 96 ex Aristotele] Psell. de lap. p. 38 Bernard. τούτων δὲ τῶν παρὰ τοῖς λίθοις δυνάμεων (τὰς) αἰτίας πολλοὶ ἐθάρρησαν ἀποδοῦναι, τῶν μὲν ἀρχαιοτέρων σοφῶν Ἀναξαγόρας καὶ Ἔ. καὶ Δημόκριτος, τῶν δὲ οὐ πολὺ πρὸ ἡμῶν(1) ὁ ἐκ τῆς Ἀφροδισίας Ἀλέξανδρος. PLUTARCH. prim. frig. 19, 4 p. 953 E ταυτὶ δὲ τὰ ἐμφανῆ κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας Ἔ. μὲν ὑπὸ τοῦ πυρὸς οἶεται τοῦ ἐν βάθει τῆς γῆς ἐστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαινοντος.