Ancient Greek
110.2
Empedocles, empedocles_diels_ppf 110.2
Unproofread scanNot analysed yet
71. ΗΙΡΡΟΚ. de prisc. med. 20 [sec. cod. A] λέγουσι δὲ τινες ἰητροὶ καὶ σοφισταί, ὡς οὐκ εἴη δυνατόν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἴδεν ὅ τι ἐστὶν ἄνθρωπος, ἀλλὰ τοῦτο δεῖ [δεῖν?] καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους. τείνει δὲ αὐτοῖς ὁ λόγος ἐς φιλοσοφίαν καθάπερ Ἐ. ἢ ἄλλοι, οἱ περὶ φύσιος γεγράφασιν, (φασίν), ἐξ ἀρχῆς ὅ τι ἐστὶν ἄνθρωπος καὶ ὅπως ἐγένετο πρῶτον καὶ ὁπόθεν συνεπάγη· ἐγὼ δὲ τοῦτο μέν, ὅσα τιν' εἴρηται ἢ σοφιστῇ ἢ ἰητρῷ ἢ γέγραπται περὶ φύσιος ἵσως νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ. νομίζω δὲ περὶ φύσιος γνῶναι τι σαφὲς οὐδαμοῦθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς. Empedoclis physiologia ab Alcmaeone profecta quomodo ad posteriores medicos translata sit expr. Fredrich Hipproc. Unters. 1899 (Wilamowitz' Philol. Unters. XV) 126 sqq.