Ancient Greek
115.2
Empedocles, empedocles_diels_ppf 115.2
Unproofread scanNot analysed yet
τὴν δ᾽ ἀκοὴν ἀπὸ τῶν ἐξωθεν [ἔσωθεν Schneider e p. 102, 13] γίνεσθαι ψόφων, ὅταν γὰρ [l. ὁ ἀὴρ] ὑπὸ τῆς φωνῆς κινηθὲν [l. —εις] ἥχῃ ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα τῶν ἴσων [?ἔσωθεν] ἠχῶν τὴν ἀκοήν, ἣν προσαγορεύει σάρκινον ὄζον· κινουμένην [κινουμένης?] δὲ παίζειν τὸν ἀέρα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἦχον. ὀφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ. διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους, οἷς σφοδροτάτη τοῦ ἀσθματος ἡ κίνησις· ὁσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κοίφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἀφῆς οὐ διορίζεται καθ᾽ ἑκατέραν οὔτε πῶς οὔτε δι᾽ ἃ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ ἐναρμόττειν τοῖς πόροις αἰσθητοῖς ἐστιν· ἠδεσθαι δὲ τοῖς ὁμοίοισ κατὰ τε (τὰ) μόρια καὶ τὴν χρᾶσιν [l. e. κατὰ τὴν ἐν τοῖς καθ᾽ ἕκαστα μορίοις τοῦ σώματος χρᾶσιν τῶν στοιχείων cf. §10], λυπεῖσθαι δὲ τοῖς ἐναντίοις.