Ancient Greek
115.3
Empedocles, empedocles_diels_ppf 115.3
Unproofread scanNot analysed yet
ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις, τὸ δ᾽ ἀγνοεῖν τοῖς ἀνομοίοις, ὡς ἡ ταύτῳ ἡ παραπλήσιον ὂν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γάρ, ὡς ἕκαστον ἕκαστῳ γνωρίζομεν, ἐπὶ τέλει προσέθηκεν ὡς ἔχ τούτων —ἀνιῶνται [fr. 107] διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεχρᾶσθαι [ἔστι] τὰ στοιχεῖα τῶν μερῶν.