Ancient Greek
115.6
Empedocles, empedocles_diels_ppf 115.6
Unproofread scanNot analysed yet
ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζῴῳ πῦρ ἢ τὸ ἐκτὸς, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις; ἔπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ ἀνάγκη διαφορὰν τινα ἔχειν, εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους, τὸ δ᾽ ἐξωθεν ἐπείσιον· ὥστ᾽ εἰ ὅμοιον ἦν πάντῃ καὶ πάντως, οὐκ ἂν ἦν αἰσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοί, συμβαίνει διαφωνεῖν ἑαυτῷ. φησὶ γὰρ ὅλως οὐκ εἶναι κενόν· εἰ δὲ πλήρεις, ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῷια· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ, τὸ ὅμοιον.