Ancient Greek
116.1
Empedocles, empedocles_diels_ppf 116.1
Unproofread scanNot analysed yet
14 καὶ τοὺ καὶ αὐτὸ τοῦτο τις διαπορίσειεν, εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γενέσθαι τῶν ἑτερογενῶν, ὥστ’ ἐναρμόττειν, ἄλλως τε καὶ συμβαίνη, καθάπερ φησί, τὰς ὀφρεῖς ὧν ἀσύμμετρος ἡ χρῶσις ὅτε μὲν ὑπὸ τοῦ πυρός, ὅτε δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμυδροῦσθαι. εἰ δ’ οὖν ἐστι καὶ τούτῶν συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς, ὅταν αἰσθάνηται, καὶ ποῦ ταῦτα ἐπεξερέχεται; δεῖ γὰρ τινὰ ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῷα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἀρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδ’ ἔχον μεταβολήν οἰκείαν τοῖς ἐμποιοῦσιν.