Ancient Greek
116.2
Empedocles, empedocles_diels_ppf 116.2
Unproofread scanNot analysed yet
15 ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον, ἀλλὰ μόνον ἀπτοῖτο, καθ’ ὧν εὐλόγως αἰσθήσων γίγνεσθαι· δυοῖν γὰρ τούτων ἀποδίδωσι τὴν γνῶσιν τῷ τε ὁμοίῳ καὶ τῇ ἀφῇ· διὸ καὶ τὸ ‘ἀρμόττειν’ εἴρηκεν. ὥστ’ εἰ τὸ ἔλαττον ἄναιτο τῶν μειζόνων, εἴη ἂν αἴσθησις. ὅλως τε κατὰ γε ἐκεῖνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον, ἀλλὰ ἡ συμμετρία μόνον ἱκανόν. διὰ τοῦτο γὰρ οὐχ αἰσθάνεσθαι φησιν ἀλλήλων, ὅτι τοὺς πόρους ἀσύμμετρος ἔχουσιν· εἰ δ’ ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον, οὐδὲν ἔτι προσεφώρισεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἢ αἴσθησις ἢ οὐ διὰ τινὰ συμμετρίαν οὐ κρύψουσιν, ἀπάσας <τ’> ἀνάγκη τὰς αἰσθήσεις ἢ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύσιν.