Ancient Greek
93.1
Empedocles, empedocles_diels_ppf 93.1
Unproofread scanNot analysed yet
δημοτικὸν εἶναι τὸν ἄνδρα. φησὶ γὰρ ὅτι κληθεὶς ὑπὸ τινὸς τῶν ἀρχόντων, ὡς προβαίνοντος τοῦ πότου τὸ δεῖπνον οὐκ εἰσεφέρετο, τῶν [δ'] ἄλλων ἡσυχάζοντων, μισοπονήρως διατεθεὶς ἐκέλευσεν εἰσφέρειν· ὁ δὲ κεκληκὼς ἀναμένειν ἔφη τὸν τῆς βουλῆς ὑπηρέτην. ὡς δὲ παρεγένετο, ἐγενήθη συμποσίαρχος, τοῦ κεκληκότος δηλονότι καταστήσαντος, ὃς ὑπεγράφετο τυραννίδος ἀρχήν· ἐκέλευσε γὰρ ἢ πίνειν ἢ καταχεῖσθαι τῆς κεφαλῆς. τότε μὲν οὖν ὁ Ἐμπεδοκλῆς ἠσύχασε· τῇ δ' ὑστεραίᾳ εἰσαγαγὼν εἰς δικαστήριον ἀπέτεινε καταδικάσας ἀμφοτέρους, τὸν τε κλῆτορα καὶ τὸν συμποσίαρχον. ἀρχὴ μὲν οὖν αὐτῷ τῆς πολιτείας ἦδε. πάλιν δὲ Ἀχρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴων μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀχρότητα παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τὰ τε ἄλλα περὶ ἰσότητος διαλεχθεὶς καὶ τι καὶ τοιοῦτον ἐρωτήσας· 'τί δὲ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο; ἄχρον —ἀχροτάτης [fr. 157]'; τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προσφέρουσι,