Ancient Greek
93.2
Empedocles, empedocles_diels_ppf 93.2
Unproofread scanNot analysed yet
'ἀχροτάτης χορυφῆς τύμβος ἄχρος κατέχει.' τοῦτό τινες Σιμωνίδου φασίν εἶναι. ὕστερον δ' ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἀθροίσμα κατέλυσε συνεχῶς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὁ γέ τοι Τίμαιος ἐν τῇ ἱα καὶ ἱβ [FHG om.] (πολλάκις γὰρ αὐτοῦ μνημονεύει) φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τῇ τε πολιτείᾳ ***φαίνεσθαι· ὅπου δὲ ἀλαζόνα καὶ φιλαντον ἐν τῇ ποιήσει· φησὶ γοῦν· 'χαίρετ' —πωλεῦμαι' καὶ τὰ ἕξης [fr. 112, 4. 5]. καθ' ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασι, ἐπιστροφῆς ἠξιοῦτο πλείστος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίγνεσθαι ἐν ταῖς ὁμίλαις τοσαύτην ὅσην Ἐμπεδοκλέους. ὕστερον μέντοι τοῦ Ἀχράγαντος