Ancient Greek
96.7 to 97.3
Empedocles, empedocles_diels_ppf 96.7-97.3
Unproofread scanNot analysed yet
τὰ μὲν οὖν Περὶ φύσεως αὐτῷ καὶ οἱ Καθαρμοὶ εἰς ἐπη τείνουσι πεντακισχίλια, ὁ δὲ Ἱατρικὸς λόγος εἰς ἑπὴ ἐξακόσια. περὶ δὲ τῶν τραγωδιῶν προειρήχαμεν. Ἐμπεδοκλῆς Μέτωνος, οἱ δὲ Ἀρχινόμου [ex Hesychio], οἱ δ’ Ἑξαινέτου. καὶ ἀδελφὸν ἔσχε Καλλιχρατίδην [ex Laert. §58]. ἠχοάσατο δὲ πρῶτον Παρμενίδον, οὗτινος, ὡς φησι Πορφύριος ἐν Φιλοσόφῳ ἱστορίᾳ, ἐγένετο παιδικά. οἱ δὲ ἔφασαν μαθητὴν Τηλαύγους, τοῦ Πυθαγόρου υἱοῦ, τὸν Ἐμπεδοκλέα γενέσθαι [ex Porphyrt. Hist. philos. fr. 8 Nauck]