Ancient Greek
97.5
Empedocles, empedocles_diels_ppf 97.5
Unproofread scanNot analysed yet
Ἀκραγαντῖνος δὲ φιλόσοφος φυσικὸς καὶ ἐποποιός [ex Hesych.] οὗτος ὁ Ἐμπεδοκλῆς στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκὰς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπίμει τὰς πόλεις, δόξαν περὶ αὐτοῦ κατασχέιν ὡς περὶ θεοῦ βουλόμενος. ἐπειδὴ δὲ γηραὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρός, ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα. καὶ οὕτως ἀπώλετο τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός. ἐπεκλῆθη δὲ καὶ Κωλυσανέμας διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκράγαντι ἐξελᾶσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει [ex Porph. cf. A 16].