Ancient Greek
1.167.1.27 to 1.167.1.49
Empedocles, Testimonia 1.167.1.27-49
Unproofread scanNot analysed yet
ὅθεν εἶπεν αὐτὸν καὶ ἱητρὸν καὶ μάντιν, λαμβάνων ἄμα καὶ ἀπὸ τούτων τῶν στίχων· 62 ‘ὦ φίλοι —βάξιν’ [B 112]. 63 μέγαν δὲ τὸν Ἀκράγαντα εἰπεῖν φησι [ποταμὸν ἄλλα], ἐπεὶ μυριάδες αὐτὸν κατῴκουν ὀγδοήκοντα· ὅθεν τὸν Ἐμπεδοκλέα εἰπεῖν τρυφόντων αὐτῶν· ‘Ἀκραγαντίνοι τρυφῶσι μὲν ὡς αὔριον ἀποθανούμενοι, οἰκίας δὲ κατασκευάζονται ὡς πάντα τὸν χρόνον βιωσόμενοι’. αὐτοὺς δὲ τούτους τοὺς Κυθαριοὺς [ἐν] Ὀλυμπίασι ῥαψωιδῆσαι λέγεται Κλεομένην τὸν ῥαψωιδόν, ὡς καὶ Φαβωρίνος ἐν Ἀπομνημονεύμασι. φησὶ δ’ αὐτὸν καὶ Ἀριστοτέλης [fr. 66] ἐλεύθερον γεγονέναι καὶ πάσης ἀρχῆς ἀλλότριον, εἰ γε τὴν βασιλείαν αὐτῷ διδομένην παρητήσατο, καθάπερ Ξάνθος ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλοῦντι πλέον ἀγαπήσας. 64 τὰ δ’ αὐτὰ καὶ Τίμαιος [FHG I 214 fr. 88a] εἴρηκε, τὴν αἰτίαν ἄμα παρατιθέμενος τοῦ δημοτικὸν εἶναι τὸν ἄνδρα. φησὶ γὰρ ὅτι κληθεὶς ὑπὸ τινὸς τῶν ἀρχόντων, ὡς προβαίνοντος τοῦ δείπνου τὸ ποτὸν οὐκ εἰσεφέρετο, τῶν [δ’] ἄλλων ἡσυχάζοντων, μισοπονήρως διατεθεὶς ἐκέλευσεν εἰσφέρειν· ὁ δὲ κεκληκὼς ἀναμένειν ἔφη τὸν τῆς βουλῆς ὑπηρέτην. ὡς δὲ παρεγένετο, ἐγενήθη συμποσιάρχος, τοῦ κεκληκότος δηλονότι καταστήσαντος, ὃς ὑπεγράφετο τυραννίδος ἀρχήν· ἐκέλευσε γὰρ ἢ πίνειν ἢ καταχεῖσθαι τῆς κεφαλῆς. τότε μὲν οὖν ὁ Ἐμπεδοκλῆς ἡσύχασε· τῇ δ’ ὑστεραίᾳ εἰσαγαγὼν εἰς δικαστήριον ἀπέτεινε καταδικάσας ἄμφοτέρους, τὸν τε κλῆτορα καὶ τὸν συμποσιάρχον. ἀρχὴ μὲν οὖν αὐτῷ τῆς πολιτείας ἦδε. 65 πάλιν δὲ Ἀκρωνος τοῦ ἰατροῦ τόπον αἰτοῦντος παρὰ τῆς βουλῆς εἰς κατασκευὴν πατρῴου μνήματος διὰ τὴν ἐν τοῖς ἰατροῖς ἀκρότητα παρελθὼν ὁ Ἐμπεδοκλῆς ἐκώλυσε, τὰ τε ἄλλα περὶ ἰότητος διαλεχθεὶς καὶ τι καὶ τοιούτων ἐρωτήσας· τί δὲ ἐπιγράψομεν ἐλεγεῖον; ἢ τοῦτο· ‘ἄκρον —ἀκροτάτης [fr. 157]’; τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προσφέρουσι·