Ancient Greek
1.168.1
Empedocles, Testimonia 1.168.1
Unproofread scanNot analysed yet
ἄκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει.’ τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι. (66) ὕστερον δ’ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστῶς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὁ γέ τοι Τίμαιος ἐν τῇ ἰα καὶ ἰβ [fehlt FHG] (πολλάκις γὰρ αὐτοῦ μνημονεύει) φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τε τῇ πολιτείᾳ (καὶ ἐν τῇ ποιήσει· ὅπου μὲν γὰρ μέτριον καὶ ἐπικικ) φαίνεσθαι, ὅπου δὲ ἀλαζόνα καὶ φιλαντον [ἐν τῇ ποιήσει]· φησὶ γοῦν· ‘χαίρεστ’ —πωλεῦμαι· καὶ τὰ ἕξης [B 112, 4. 5]. καὶ δὴ τὸν χρόνον ἐπηδύμει Ὀλυμπιασιν, ἐπιστροφῆς ἡξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνειᾶν γίγνεσθαι ἐν ταῖς ὁμιλίας τοσαύτην ὅσην Ἐμπεδοκλέους. (67) ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκιζομένου[?] ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι· διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρῆκε δ’ οὐδὲ τοῦτον ὁ Τίμων [fr. 42 Diels; vgl. 21 A 43], ἀλλ’ ὑπ’ αὐτοῦ καθάπτεται λέγων·