Ancient Greek
1.168.3
Empedocles, Testimonia 1.168.3
Unproofread scanNot analysed yet
καὶ Ἐμπεδοκλῆς ἀγοραίων ληκτης ἐπέων· ὅσα δ’ ἔσθενε, τοσσάδ’ ἔειπεν ἄρχειν, ὡς διέθηκ’ ἄρχας ἐπιδευέας ἄλλων.’ περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος· Ἡρακλείδης [fr. 76 Voss] μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγησάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἀνθρώπων ζῶσαν, φησὶν ὅτι θυσίαν συντελεῖ πρὸς τῷ Πεισάνακτος ἀγρῷ. συνεκέληντο δὲ τῶν φίλων τινές, ἐν οἷς καὶ Πausανίας. (68) εἶτα μετὰ τὴν εὐωχίαν οἱ μὲν ἄλλοι χωρισθέντες ἀνεπαύοντο, οἱ μὲν ὑπὸ τοῖς δένδροις ὡς ἀγροῦ παρακειμένου, οἱ δ’ ὅππῃ βούλοιντο, αὐτὸς δὲ ἔμεινεν ἐπὶ τοῦ τόπου ἐφ’ οὗπερ κατεκέκλιτο. ὡς δὲ ἡμέρας γενεθείσης ἐξανέστησαν, οὐχ ὑπέρεθε μόνος. Ζητουμένου δὲ καὶ τῶν οἰκετῶν ἀνακρινομένων καὶ φασκόντων μὴ εἰδέναι, εἰς τις ἔφη μέσων νυκτὸν φωνὴν ὑπερμεγέθους ἀκοῦσαι προσκαλουμένης Ἐμπεδοκλέα, εἶτα ἐξαναστὰς ἑωρακέναι φῶς οὐράνιον καὶ λαμπάδων φέγγος, ἄλλο δὲ μηδὲν· τῶν δὲ ἐπὶ τῷ γενομένῳ ἐκπλαγέντων, καταβὰς ὁ Πausανίας ἐπεμψέ τινας ζητήσοντας. ὕστερον δὲ ἐκύλευε πολυπραγμονεῖν, φάσκων εὐχῆς ἀξία συμβεβηκέναι καὶ θύειν αὐτῷ δεῖν καθάπερ γεγνοῦτι θεῷ. (69) Ἑρμιππος [FHG III 42 fr. 27] δὲ φησὶ Πάνθειάν τινα Ἀκραγαντίνην ἀπηλισμένην ὑπὸ τῶν ἰατρῶν θεραπεύσαι αὐτὸν καὶ διὰ τοῦτο τὴν θυσίαν ἐπιτελεῖν· τοὺς δὲ κληθέντας εἶναι πρὸς τοὺς ὀρδοῦκοντα. Ἰππόβοτος [Heracleides fr. 77 Voss] δὲ φησιν ἐξαναστάντα αὐτὸν ὀδευκέναι ὡς ἐπὶ τὴν Αἴτνην, εἶτα παραγενόμενον ἐπὶ τοὺς κρατήρας τοῦ πυρὸς ἐναλέσθαι καὶ ἀφανισθῆναι, βουλόμενον τὴν περὶ αὐτοῦ φήμην βεβαιῶσαι ὅτι γεγόνοι θεός. ὕστερον δὲ γνωσθῆναι, ἀναρριπτοθείσης αὐτοῦ μιᾶς τῶν κρηπίδων· χαλκὰς γὰρ εἴθιστο ὑποδείσθαι. πρὸς τοῦθ’ ὁ Πausανίας ἀντέλεγεν. (70) (Διόδωρος δ’ ὁ Ἑρῆσιος περὶ Ἀναξιμάνδρου γράφων φησὶν ὅτι τοῦτον ἐξῆλυσεν, τραγικὸν ἀσκὼν τύφον καὶ σεμνὴν ἀναλαβὼν ἐσθήτα). τοῖς Σελινουντίοις ἐμπεσόντος λοιμοῦ διὰ τὰς ἀπὸ τοῦ παρακειμένου ποταμοῦ δυσωδίας, ὥστε καὶ αὐτοὺς ποθεῖσθαι καὶ τὰς γυναῖκας δυστοκεῖν, ἐπινοήσας τὸν Ἐμπεδοκλέα καὶ δύο τινὰς ποταμοὺς τῶν σύνεργος ἐπαγαγεῖν ἰδίαις δαπάναις· καὶ καταμίξαντα γλυκῆναι τὰ ρέματα. οὕτω δὴ λήξαντος τοῦ λοιμοῦ καὶ τῶν Σελινουντίων εὐωχουμένων ποτὲ παρὰ τῷ ποταμῷ, ἐπιφάνη τὸν Ἐμπεδοκλέα· τοὺς δ’ ἐξαναστάντας προσκυνεῖν καὶ προσεύχεσθαι καθάπερ θεῷ. ταύτην οὖν θέλοντα βεβαιῶσαι τὴν διάληψιν εἰς τὸ πῦρ ἐναλέσθαι. (71) τούτοις δ’ ἐναντιοῦται Τίμαιος [FHG I 218 fr. 98] ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν· ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῇ ἰδ’ Συρακοσίων τε γὰρ εἶναι τὸν Πεισιά-