Ancient Greek
1.180.3
Empedocles, Testimonia 1.180.3
Unproofread scanNot analysed yet
71. HIPPOCR. de prisc. med. 20 [nach cod. A’ λέγουσι δὲ τινες ἱητροὶ καὶ σοφισταί, ὡς οὐκ εἴη δυνατόν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἴδεν ὅ τί ἐστιν ἄνθρωπος. ἀλλὰ τοῦτο δεῖ καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους. τείνει δὲ αὐτοῖς ὁ λόγος ἐς φιλοσοφίαν καθάπερ Ἔ. ἢ ἄλλοι, οἱ περὶ φύσιος γεγράφασι, (φασίν). ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος καὶ ὅπως ἐγένετο πρῶτον καὶ ὅπόθεν συνεπάγη· ἐγὼ δὲ τοῦτο μέν, ὅσα τινὶ εἴρηται ἢ σοφιστῇ ἢ ἱητρῷ ἢ γέγραπται περὶ φύσιος, ὅσον νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γυναικῇ. νομίζω δὲ περὶ φύσιος γνῶναι τι σαφὲς οὐδαμόθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς.