Ancient Greek
1.180.1
Empedocles, Testimonia 1.180.1
Unproofread scanNot analysed yet
69. [ARIST.] probl. 24. 11. 937ᵃ11 διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν ψυχρῶν πήγνυνται λίθοι· πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλείψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ ἐκλείπει τὸ ὑγρόν· καὶ ἀπολιθοῦται δὴ διὰ τὸ θερμόν, καθάπερ καὶ Ἔ. φησι τὰς τε πέτρας καὶ τοὺς λίθους καὶ τὰ θερμὰ τῶν ὑδάτων γίνεσθαι [vgl. 55 A 164. PRELL. de lap. p. 38 Bernard. τούτων δὲ τῶν παρὰ τοῖς λίθοις δυνάμεων (τὰς) αἰτίας πολλοὶ ἐδάργησαν ἀποδοῦναι, τῶν μὲν ἀρχαιοτέρων σοφῶν Ἄναξαγόρας καὶ Ἔ. καὶ Δημόκριτος, τῶν δὲ οὐ πολὺ πρὸ ἡμῶν,!] ὁ ἐκ τῆς Ἀφροδισίας Ἀλέξανδρος. PLUTARCH. prim. frig. 19,4 p. 953 E ταυτὶ δὲ τὰ ἔμφανῆ κρηνοῦς καὶ σκοπέλους καὶ πέτρας Ἔ. μὲν ὑπὸ τοῦ πυρὸς οἴεται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διειρείδόμενα φλεγμαινότος.