Ancient Greek
1.185.2
Empedocles, Testimonia 1.185.2
Unproofread scanNot analysed yet
(12) Ἔ. μὲν οὖν οὕτως οἴεται καὶ τὴν αἴσθησιν γίνεσθαι καὶ τὸ φρονεῖν,ἀπορήσειε δ’ ἂν τις ἐξ ὧν λέγει πρῶτον μέν, τί διοίσει τὰ ἐμψυχὰ πρὸς τὸ αἰσθά-νεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀψύχων πόροις· ὅλως γὰρ10 ποιεῖ τὴν μίξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἔλαιον μὲν καὶ ὕδωρ οὐ μεί-γνυσθαι, τὰ δὲ ἄλλα ὑγρὰ καὶ περὶ ὅσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις,ὥστε πάντα τε αἰσθήσεται καὶ ταυτόν ἐσται μῖξεις καὶ αἰσθήσεις καὶ αὔξεις· πάνταγὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων, ἐὰν μὴ προσθῇ τινα διαφοράν.