Ancient Greek
1.185.3
Empedocles, Testimonia 1.185.3
Unproofread scanNot analysed yet
(13) ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζῴῳ15 πῦρ ἢ τὸ ἐκτός, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις; ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶτὸ ὅμοιον. ἐπὶ δὲ ἀνάγκη διαφορὰν τινα ἔχειν, εἴπερ αὐτὸ μὲν μὴ δύναται συμ-πληροῦν τοὺς πόρους, τὸ δ’ ἐξωθεν ἐπεισίων· ὥστ’ εἰ ὅμοιον ἦν πάντῃ καὶ πάν-τως, οὐκ ἂν ἦν αἴσθησις. ἐπὶ δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρκενοί, συμβαίνει διαφωνεῖν ἑαυτῷ. φησὶ γὰρ ὅλως οὐκ εἶναι κενόν· εἰ δὲ πλήρεις,20 ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῷα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ, τὸ ὅμοιον.