Ancient Greek
1.185.4
Empedocles, Testimonia 1.185.4
Unproofread scanNot analysed yet
(14) καίτοι κἂν αὐτὸ τοῦτό τις διαπορήσειεν, εἰ δυνατὸν ἐστι τηλικοῦτα μεγέθηγενέσθαι τῶν ἐτερογενῶν, ὥστ’ ἐναρμόττειν, ἄλλως τε κἂν συμβαίνη, καθάπερφησὶ, τὰς ὀψεις ὧν ἀσύμμετρος ἡ κράσις ὅτε μὲν ὑπὸ τοῦ πυρός, ὅτε δὲ ὑπὸτοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμαυροῦσθαι. εἰ δ’ οὖν ἐστι καὶ τούτων25 συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς, ὅταν αἰσθάνηται, καὶ ποῦταῦτα ὑπεξέρχεται; δεῖ γὰρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκο-λίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῷα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴσυγγενὲς ἀρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδ’ ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμ-ποιοῦσιν.