Ancient Greek
1.185.6
Empedocles, Testimonia 1.185.6
Unproofread scanNot analysed yet
(16) ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογουμένως ἀποδίδωσιν ἡδεσθαι40 μὲν ποιῶν τοῖς ὁμοίοις, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ‘ἔχθρα’ γὰρ εἶναι, διότι‘πλεῖστον —ἐκμακτοῖσιν’ [B 22, 6. 7]. αἰσθήσεις γὰρ τινας ἢ μετ’ αἰσθήσεωςποιοῦσι [Empedokles und Anaxagoras nach §17?] τὴν ἡδονὴν καὶ τὴν λύπην,ὥστε οὐχ ἅπασί γίνεται τοῖς ὁμοίοις. ἐπὶ εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴνἐν τῇ ἀφῇ, καθάπερ φησὶ, τὰ σύμφυτα μάλιστ’ ἂν ἡδοῖτο καὶ ὅλως αἰσθάνοιτο· 45 διὰ τῶν αὐτῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν. (17) καίτοι πολλάκιςαἰσθανόμενοι λυποῦμεθα κατ’ αὐτὴν τὴν αἴσθησιν, ὡς ’Ἀναξαγόρας φησίν,ἀεὶ· πᾶσαν γὰρ αἴσθησιν εἶναι μετὰ λύπης. ἐπὶ δ’ ἐν ταῖς κατὰ μέρος· συμβαίνειγὰρ τῷ ὁμοίῳ γίνεσθαι τὴν γνώσιν· τὴν γὰρ ὄψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ