Ancient Greek
1.186.1
Empedocles, Testimonia 1.186.1
Unproofread scanNot analysed yet
ἐναντίου συστήση, τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύνατ' ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαῖον καὶ τὰλλα χρώματα τὰ μεικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος πόροις οὐτ' ἄλλοις ποιεῖ κοινοὺς ἐξ ἀμφοῖν· ὁρῶμεν δ' οὐδὲν ἧττον ταῦτα τῶν ἀπλῶν.