Ancient Greek
1.187.1
Empedocles, Testimonia 1.187.1
Unproofread scanNot analysed yet
καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν· τὸ γὰρ ὅμοιον οὐκ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ διὰ τῷ αἵματι φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζῴων ἄναιμα. τῶν δὲ ἐναίμων τὰ περὶ τὰς αἰσθήσεις ἀναμιγμότατα τῶν μερῶν. ἐτὶ καὶ ὅστουν καὶ θρίξ αἰσθάνοιτ' ἄν, ἐπεὶ οὐδὲν ἐξ ἀπάντων ἐστὶ τῶν στοιχείων. καὶ συμβαίνει ταύτων εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἡδονθαι καὶ λυπεῖσθαι καὶ [τὸ] ἀγνοεῖν· ἄμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὥσθ' ἄμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην, τῷ δὲ φρονεῖν ἡδονήν.